Εκτύπωση

Ὁ Ἀκάθιστος Ὕμνος εἶναι «Κοντάκιον». «Κοντάκια» παλαιότερα ἐλέγοντο ὁλόκληροι ὕμνοι, ἀνάλογοι πρὸς τοὺς «Κανόνες». Ἡ ὀνομασία ὀφείλεται μᾶλλον στὸ κοντὸ ξύλο ἐπὶ τοῦ ὁποίου ἐτυλίσσετο ἡ μεμβράνη ποὺ περιεῖχε τὸν ὕμνο. Τὸ πρῶτο τροπάριο ἐλέγετο «προοίμιο» ἢ «κουκούλιο» καὶ τὰ ἀκολουθοῦντα ἐλέγοντο «οἶκοι», ἴσως διότι ὁλόκληρος ὁ ὕμνος θεωρεῖτο ὡς σύνολο οἰκοδομημάτων ἀφιερωμένων στὴ μνήμη κάποιου ἁγίου. Κοντάκιο λέγεται συνήθως σήμερα τὸ πρῶτο τροπάριο ἑνὸς τέτοιου ὕμνου.

Ὁ Ἀκάθιστος Ὕμνος περιέχει προοίμιο καὶ 24 «οἴκους». Τὸ προοίμιό του σήμερα εἶναι τό: «Τὴ Ὑπερμάχω Στρατηγῶ».

Ἡ «ἀκροστιχίδα» τοῦ ὕμνου εἶναι ἀλφαβητική, δηλαδὴ ἀκολουθεῖ τὴ σειρὰ τῶν γραμμάτων Α΄, Β΄, Γ΄, Δ΄ ἕως Ω΄.

 «Ἐφύμνιο» λέγεται ἡ τελευταία φράσις τοῦ ὕμνου ποὺ ἐπαναλαμβάνει ὁ λαός.  «Ἐφύμνια» ὁ Ἀκάθιστος Ὕμνος ἔχει δυό: Τὸ «Χαῖρε, Νύφη ἀνύμφευτε» στοὺς περιττοὺς «οἴκους» (1,3,5,7,κτλ) καὶ τὸ «Ἀλληλούϊα» στοὺς ἀρτίους (2,4,6,8 κτλ).

Ὁ Ἀκάθιστος Ὕμνος ἀρχίζει μὲ τὸν Εὐαγγελισμὸ τῆς Θεοτόκου καὶ ἔπειτα ἀναφέρεται σὲ ἄλλα γεγονότα, ὅπως τῆς σαρκώσεως τοῦ Κυρίου, τῆς θεώσεως τῶν ἀνθρώπων καὶ τῆς θεομητορικῆς ἀξίας τῆς Θεοτόκου.

Ποιητὴς ποὺ νὰ μὴν ἐπιδέχεται ἀντιρρήσεις δὲν δόθηκε μέχρι σήμερα. Οἱ περισσότεροι θεωροῦν τὸν Ὕμνο ὡς ἔργο τοῦ Ρωμανοῦ τοῦ Μελῳδοῦ.

Κατὰ τὸ ἔτος 626 ἡ Κωνσταντινούπολη πολιορκήθηκε ἀπὸ τοὺς Πέρσες καὶ Ἀβάρους. Ὁ βασιλέας Ἡράκλειος ἀπουσίαζε στὴ Μικρὰ Ἀσία σὲ πόλεμο κατὰ τῶν Περσῶν. Τότε ὁ φρούραρχος Βῶνος μαζὶ μὲ τὸν Πατριάρχη Σέργιο ἀνέλαβαν τὴν ὑπεράσπιση τῆς αὐτοκρατορίας. Ὁ Πατριάρχης περιέτρεχε τὴ πόλη μὲ τὴν εἰκόνα τῆς Παναγίας καὶ ἐνεθάρρυνε τὰ πλήθη καὶ τοὺς μαχητές. Ξαφνικὰ ἔγινε φοβερὸς ἀνεμοστρόβιλος ποὺ κατέστρεψε τὸν ἐχθρικὸ στόλο καὶ τὴ νύκτα τῆς 7ης πρὸς τὴν 8η Αὐγούστου, ἀναγκάσθηκαν νὰ φύγουν ἄπρακτοι. Ὁ λαὸς πανηγυρίζοντας τὴ σωτηρία του, συγκεντρώθηκε στὸ Ναὸ τῆς Παναγίας τῶν Βλαχερνῶν καὶ ὅλοι ὄρθιοι ἔψαλλαν τὸν ἀπὸ τότε λεγόμενο «Ἀκάθιστο» Ὕμνο στὴν Παναγία, ἀποδίδοντας τὰ «νικητήρια» καὶ τὴν εὐγνωμοσύνη τους στὴν «Ὑπερμάχω Στρατηγῶ».

Ὁ Ἀκάθιστος Ὕμνος ψάλλεται ἀπὸ τότε τμηματικὰ στὶς πρῶτες τέσσερις Παρασκευὲς τῆς Μεγάλης Σαρακοστῆς καὶ ὁλόκληρος τὴν Πέμπτη ἑβδομάδα τῶν Νηστειῶν.
Ὁ Ἀκάθιστος Ὕμνος εἶναι ἕνα ἀριστούργημα τῆς παγκοσμίου θρησκευτικῆς ποιήσεως καὶ δημοφιλέστατος.

Πηγή: http://www.synaxarion.gr 

Ἄγγελος πρωτοστάτης,
οὐρανόθεν ἐπέμφθη,
εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία,
ἑαυτήν ἐν ἁγνείᾳ,
φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
τὸ παράδοξόν σου τῆς φωνῆς,
δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως,
τὴν κύησιν πὼς λέγεις κράζων·
Ἀλληλούια.

Γνῶσιν ἄγνωστον γνῶναι,
ἡ Παρθένος ζητοῦσα,
ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
ἐκ λαγόνων ἁγνῶν,
υἷον πῶς ἔσται τεχθῆναι δυνατόν;
λέξον μοι.
Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ,
πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός,
χαῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη Ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου,
ἐπεσκίασε τότε,
πρὸς σύλληψιν τῇ Ἀπειρογάμω·
καὶ τὴν εὔκαρπον ταύτης νηδύν,
ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
τοῖς θέλουσι θερίζειν σωτηρίαν,
ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούια.

Ἔχουσα θεοδόχον,
ἡ Παρθένος τὴν μήτραν,
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ.
Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν,
τὸν ταύτης ἀσπασμὸν ἔχαιρε,
καὶ ἅλμασιν ὡς ἄσμασιν,
ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
χαῖρε, καρποῦ ἀκήρατου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χαῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα,
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων,
λογισμῶν ἀμφιβόλων,
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη·
πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν,
καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε·
μαθὼν δέ σου τὴν σύλληψιν,
ἐκ Πνεύματος Ἁγίου,
ἔφη·
Ἀλληλούια.

Ἤκουσαν oἱ ποιμένες,
τῶν Ἀγγέλων ὑμνούντων,
τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
καὶ δραμόντες ὡς πρὸς ποιμένα,
θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα,
ἥν ὑμνοῦντες εἶπον·
Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα,
χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα,
θεωρήσαντες Μάγοι,
τῇ τούτου ἠκολούθησαν αἴγλῃ·
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
καὶ φθάσαντες τὸν ἄφθαστον,
ἐχάρησαν αὐτῷ βοῶντες·
Ἀλληλούια.

Ἴδον παῖδες Χαλδαίων,
ἐν χερσὶ τῆς Παρθένου,
τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους·
καὶ Δεσπότην νοοῦντες αὐτόν,
εἰ καὶ δούλου μορφὴν ἔλαβεν,
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι,
καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι,
γεγονότες οἱ Μάγοι,
ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
ἐκτελέσαντές σου τὸν χρησμόν,
καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη,
μὴ εἰδότα ψάλλειν·
Ἀλληλούια.

Λάμψας ἐν τῇ Αἰγύπτῳ,
φωτισμὸν ἀληθείας ἐδίωξας,
τοῦ ψεύδους τὸ σκότος·
τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ,
μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν,
οἱ τούτων δὲ ρυσθέντες,
ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα,
χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει,
χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος,
τοῦ παρόντος αἰῶνος,
μεθίστασθαι τοῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ,
ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος·
διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν,
κράζων·
Ἀλληλούια.

Νέαν ἔδειξε κτίσιν,
ἐμφανίσας ὁ Κτίστης,
ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις·
ἐξ ἀσπόρου βλαστήσας γαστρός,
καὶ φυλάξας ταύτην,
ὥσπερ ἦν ἄφθορον,
ἵνα τὸ θαῦμα βλέποντες,
ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες,
ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες·
διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός,
ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος·
βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος,
τοὺς αὐτῷ βοώντας·
Ἀλληλούια.

Ὅλως ἦν ἐν τοῖς κάτω,
καὶ τῶν ἄνω οὐδόλως ἀπῆν,
ὁ ἀπερίγραπτος Λόγος·
συγκατάβασις γὰρ θεϊκή,
οὐ μετάβασις τοπικὴ γέγονε,
καὶ τόκος ἐκ Παρθένου θεολήπτου,
ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ,
χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,
χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις,
χαῖρε, δι' ἧς ἠνοίχθη παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,
χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων,
κατεπλάγη τὸ μέγα,
τῆς σῆς ἐνανθρωπήσεως ἔργον·
τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν,
ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον,
ἡμῖν μὲν συνδιάγοντα,
ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούια.

Ρήτορας πολυφθόγγους,
ὡς ἰχθύας ἀφώνους,
ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε·
ἀποροῦσι γὰρ λέγειν,
τὸ πῶς καὶ Παρθένος μένεις,
καὶ τεκεῖν ἴσχυσας·
ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες,
πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί,
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι,
χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον,
ὁ τῶν ὅλων κοσμήτωρ,
πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε·
καὶ ποιμὴν ὑπάρχων ὡς Θεός,
δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος·
ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας,
ὡς Θεὸς ἀκούει·
Ἀλληλούια.

Τεῖχος εἶ τῶν παρθένων,
Θεοτόκε Παρθένε,
καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων.
Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
κατεσκεύασέ σε ποιητής, Ἄχραντε,
οἰκήσας ἐν τῇ μήτρα σου,
καὶ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
χαῖρε, ἡ πύλη τῆς σωτήριας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς,
χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων,
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται,
συνεκτείνεσθαι σπεύδων,
τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου·
ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς,
ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε,
οὐδὲν τελοῦμεν ἄξιον,
ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν·
Ἀλληλούια.

Φωτοδόχον λαμπάδα,
τοῖς ἐν σκότει φανεῖσαν,
ὁρῶμεν τὴν ἁγίαν Παρθένον·
τὸ γὰρ ἄυλον ἅπτουσα φῶς,
ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
αὐγῇ τὸν νοῦν φωτίζουσα,
κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
Χαῖρε, ὅτι τὸν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον.
Χαῖρε, λουτὴρ ἔκπλυνων συνείδησιν,
χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας,
ὀφλημάτων ἀρχαίων,
ὁ πάντων χρεωλύτης ἀνθρώπων,
ἐπεδήμησε δι’ἑαυτοῦ,
πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος·
καὶ σχίσας τὸ χειρόγραφον,
ἀκούει παρὰ πάντων οὕτως·
Ἀλληλούια.

Ψάλλοντές σου τὸν τόκον,
ἀνυμνοῦμέν σε πάντες,
ὡς ἔμψυχον ναόν, Θεοτόκε.
Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί,
ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος,
ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας·
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου,
χαῖρε, Ἁγία ἁγίων μείζων.
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι,
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν,
χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
χαῖρε, τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἧς ἐγείρονται τρόπαια,
χαῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὦ πανύμνητε Μῆτερ,
ἡ τεκοῦσα τὸν πάντων ἁγίων,
ἁγιώτατον Λόγον·
δεξαμένη γὰρ τὴν νῦν προσφοράν,
ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας,
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως,
τοὺς σοὶ βοῶντας·
Ἀλληλούια.

 

Ἀπολυτίκιον. Ἦχος πλ. δ’. Αὐτόμελον.
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι· Χαῖρε Νύμφη Ἀνύμφευτε.

 

Κοντάκιον. Ἦχος πλ. δ’. Αὐτόμελον.

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια

Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια

Ἀναγράφω σοι ἡ πόλις σου Θεοτόκε.

Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον

Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
Ἴνα κράζω σοι· Χαῖρε Νύμφη Ἀνύμφευτε.

 

Μεγαλυνάριον.
Ὕμνοις ἐν αΰπνοις οἱ εὐσεβεῖς, ἀκαθίστῳ στάσει, ἀνυμνοῦμεν πανευλαβῶς, τὴν πρὸς τὸν λαόν σου, θερμήν σου προστασίαν, Παρθένε Θεοτόκε, ἡμῶν βοήθεια.

 Ὁ Ὅσιος Νικήτας ὁ Ὁμολογητής

Ὁ Ὅσιος Νικήτας καταγόταν ἀπὸ τὴν Καισάρεια τῆς Βιθυνίας καὶ ἔζησε τὸν 8ο αἰῶνα μ.Χ. Σὲ βρεφικὴ ἡλικία ἔμεινε ὀρφανὸς ἀπὸ μητέρα καὶ τὴν ἀνατροφή του τὴν ἀνέλαβαν ἡ ἐνάρετη γιαγιά του καὶ ὁ εὐσεβὴς Φιλάρετος, ὁ πατέρας του, ὁ ὁποῖος ἀνέθεσε ἀπὸ πολὺ νωρὶς τὴν ἐκπαίδευσή του σὲ κάποιο κληρικὸ φημισμένο γιὰ τὶς παιδαγωγικὲς καὶ πνευματικές του ἀρετές. Ἔτσι ὁ νεαρὸς Νικήτας ἀπόκτησε ἀξιόλογη κοσμικὴ καὶ πνευματικὴ παιδεία.

Ἀφοῦ ἐγκατέλειψε πατέρα, μητέρα, ἀδελφούς, ἀδελφές, συγγενεῖς, σπίτι, πατρίδα, πλούτη καὶ σήκωσε τὸν σταυρό του μὲ προθυμία, ἀκολούθησε τὸν Χριστὸ καὶ ἔγινε ἄξιος μαθητὴς αὐτοῦ.

Σὲ νεαρὴ ἡλικία κατέφυγε στὴν περίφημη μονὴ τοῦ Μηδικίου τῆς Τριγλίας, ὅπου γρήγορα, γιὰ τὶς πολλές του ἀρετές, κατάκτησε τὴν ἀγάπη καὶ τὴν ἐκτίμηση ὅλων τῶν ἀδελφῶν τῆς μονῆς, οἱ ὁποῖοι μετὰ τὸν θάνατο τοῦ ἡγουμένου Νικηφόρου, τὸν ἐξέλεξαν ἡγούμενο τῆς μονῆς, ἐπὶ Πατριάρχου Ταρασίου (784 – 806 μ.Χ.).
Λόγω τῆς σταθερῆς πίστεώς του στὴν διδασκαλία καὶ παράδοση τῆς Ἐκκλησίας μας γιὰ τὶς ἱερὲς εἰκόνες ὁ Ὅσιος ἐξορίσθηκε, ἐπὶ αὐτοκράτορα Λέοντος τοῦ Ε’ (813 – 820 μ.Χ.), στὴν κωμόπολη Μασαλεὼν τῆς Μικρᾶς Ἀσίας. Ἀπὸ ἐκεῖ ἀνακλήθηκε γιὰ νὰ ἐξορισθεῖ ἐκ νέου, τὸ 815 μ.Χ., στὴ νῆσο τῆς Ἁγίας Γλυκερίας κοντὰ στὸν Ἀκρίτα. Ἐπανέκαμψε στὴν Κωνσταντινούπολη ἐπὶ βασιλέως Μιχαὴλ τοῦ Τραυλοῦ (820 – 829 μ.Χ.) καὶ ἐγκαταστάθηκε σὲ κάποιο μετόχι στὸ βόρειο τμῆμα τῆς πόλεως, τὸ ὁποῖο πιθανῶς ἀνῆκε στὴ μονὴ Πελεκητῆς. Πρὸς τὸν Ὅσιο ἔγραφε συνεχῶς ὁ Ἅγιος Θεόδωρος ὁ Στουδίτης. Ὁ Ὅσιος Νικήτας ὁ Ὁμολογητὴς κοιμήθηκε μὲ εἰρήνη στὸν τόπο ποὺ εἶχε ἐγκατασταθεῖ.

Πηγή: http://www.synaxarion.gr   

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς νίκης ἐπώνυμος, τῶν θεοσδότων θεσμῶν, φρουρὸς ἀπερίτρεπτος καὶ στῦλος, ὤφθης στερρός, Νικήτα μακάριε· σὺ γὰρ τῆς ἀπαθείας, κοσμηθεὶς ταῖς ἀκτῖσιν, αἴγλῃ ὁμολογίας, τὸν σὸν βίον φαιδρύνεις. Καὶ νῦν τῶν σοὶ προσιόντων, δέχου τὴν αἴνεσιν.

 

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Ὡς ἡσυχίας ὑποφήτης πρακτικώτατος,

Τῆς ποιμανσίας ὀφθαλμὸς ὤφθης ἀκοίμητος

Τῆς Μονῆς καθηγησάμενος Μηδικίου·

Ἀλλ’ ὡς φύλαξ τῶν ἐνθέων παραδόσεων

Διαρρύθμισον Νικήτα θείῳ Πνεύματι
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ τρισόλβιε.

 

Μεγαλυνάριον.
Νῖκος ἄρας Πάτερ κατὰ παθῶν, νικητὴς ἐδείχθης, ἐναντίων τῶν δυσμενῶν· καὶ ὡς νικηφόρος, ἐν πᾶσιν ὦ Νικήτα, νικητικὸν ἐδέξω, θεόθεν στέφανον.

Ὁ Ὅσιος Ἰωσὴφ ὁ Ὑμνογράφος 

Ὁ Ὅσιος Ἰωσὴφ γεννήθηκε στὴ Σικελία, τὸ ἔτος 816 μ.Χ., ἀπὸ ἐνάρετους καὶ εὐσεβεῖς γονεῖς, τὸν Πλουτίνο καὶ τὴν Ἀγάθη. Τὰ περὶ τῆς ζωῆς καὶ τῆς δράσεώς του τὰ γνωρίζουμε ἀπὸ τὸν βίο ποὺ συνέταξε ὁ μαθητὴς καὶ διάδοχός του στὴ μονή του, Θεοφάνης, συμπληρωματικὰ δὲ ἀπὸ τὰ ἐγκώμια ποὺ τοῦ ἀφιέρωσαν ὁ Ἰωάννης Διάκονος καὶ ὁ Θεόδωρος Πεδιάσιμος.

Ὁ Ὅσιος ἀναγκάσθηκε νὰ φύγει ἀπὸ τὴν γενέτειρά του οἰκογενειακῶς, λόγω τῆς ἐντάσεως τῶν Ἀραβικῶν ἐπιδρομῶν ποὺ ἔπειτα ἀπὸ λίγο καιρὸ ἐπρόκειτο νὰ καταλήξουν στὴν κατάληψη τῆς νήσου καὶ νὰ μεταναστεύσει στὴν Πελοπόννησο. Σὲ ἡλικία δεκαπέντε ἐτῶν ἀποχωρίσθηκε τοὺς γονεῖς του καὶ μετέβη στὴν Θεσσαλονίκη καὶ συγκεκριμένα στὴν περίφημη μονὴ Λατόμου, ὅπου ἐπιδόθηκε στὴ μοναχικὴ ἄσκηση ὑπὸ τὴν καθοδήγηση τοῦ Ἁγίου Γρηγορίου τοῦ Δεκαπολίτου († 20 Νοεμβρίου), ἀσκώντας τὸ ἔργο τοῦ ὀξυγράφου.

Μετὰ ἀπὸ ἐννέα χρόνια παραμονῆς στὴν Θεσσαλονίκη, τὸ ἔτος 840 μ.Χ., μετέβη στὴν Κωνσταντινούπολη μαζὶ μὲ τὸν Ἅγιο Γρηγόριο καὶ ἐγκαταστάθηκε στὴ μονὴ τοῦ Ἁγίου Ἱερομάρτυρα Ἀντίπα. Δὲν παρέμεινε ὅμως γιὰ πολὺ ἐκεῖ ἀπερίσπαστος, διότι τὸ ἑπόμενο ἔτος ἀπεστάλη ἀπὸ τοὺς Ὀρθοδόξους τῆς Βασιλεύουσας στὴ Ρώμη γιὰ διαβουλεύσεις ἐπὶ τοῦ θέματος τοῦ διωγμοῦ ἀπὸ τοὺς εἰκονομάχους. Δὲν κατόρθωσε νὰ φέρει εἰς πέρας τὴν ἀποστολή, διότι τὸ πλοῖο του ἔπεσε στὰ χέρια Ἀράβων πειρατῶν καὶ αὐτὸς ὁδηγήθηκε αἰχμάλωτος στὴν ἀραβοκρατούμενη τότε Κρήτη, ἀπὸ ὅπου ἐλευθερώθηκε μὲ τὶς φροντίδες  φιλάνθρωπων πιστῶν καὶ μὲ θαῦμα τοῦ Ἁγίου Νικολάου.

Κατὰ τὸ βραχὺ χρόνο αὐτῆς τῆς περιπέτειάς του συνέβησαν δύο σημαντικὰ γεγονότα. Τὸ ἕνα, ποὺ σχετιζόταν ἰδιαίτερα μὲ αὐτόν, ἦταν ὁ θάνατος τοῦ πνευματικοῦ του ὁδηγοῦ Ἁγίου Γρηγορίου τοῦ Δεκαπολίτου καὶ τὸ ἄλλο, ποὺ ἀφοροῦσε τὴν Ἐκκλησία ὁλόκληρη, ἦταν ἡ ἀναστήλωση τῶν ἱερῶν εἰκόνων.

Ὅταν διὰ τῆς Θεσσαλονίκης ἐπανῆλθε πάλι στὴν Κωνσταντινούπολη, τὸ ἔτος 843 μ.Χ., ἔζησε ἐπὶ δύο χρόνια ὡς ἔγκλειστος  στὴ μονὴ τοῦ Ἁγίου Ἀντίπα. Ἔπειτα ἔζησε στὰ κτήρια τοῦ ναοῦ τοῦ ἱεροῦ Χρυσοστόμου ἐπὶ πενταετία, ἕως ὅτου ἵδρυσε δική του μονή, τὸ ἔτος 850 μ.Χ., ἀφιερωμένη στὸν Ἀπόστολο Βαρθολομαῖο. Ἐκεῖ ἀπέθεσε καὶ τὰ ἱερὰ λείψανα τοῦ Ἀποστόλου ποὺ εἶχε φέρει ἀπὸ τὴν Θεσσαλονίκη, καθὼς ἐπίσης καὶ τὰ σκηνώματα τοῦ πνευματικοῦ του ὁδηγοῦ Ἁγίου Γρηγορίου καὶ τοῦ συνασκητοῦ του Ἰωάννου. Ὁ Ὅσιος Ἰωσὴφ παρακαλοῦσε μὲ δάκρυα καὶ στεναγμοὺς τὸν Ἀπόστολο Βαρθολομαῖο νὰ τὸν βοηθήσει στὴν σύνθεση ὕμνων. Καί, πράγματι, πέτυχε ἐκεῖνο ποὺ ποθοῦσε ἡ ψυχή του. Εἶδε σὲ ὀπτασία ἕναν ἄνδρα μὲ ἐμφάνιση Ἀποστόλου, ποὺ προκαλοῦσε τὸ δέος καὶ ὁ ὁποῖος πῆρε ἀπὸ τὴν Ἁγία Τράπεζα τὸ ἱερὸ Εὐαγγέλιο, τοῦ τὸ ἔβαλε πάνω στὸ στῆθος καὶ τὸν εὐλόγησε. Τοῦτο ὑπῆρξε καὶ ἡ ἀπαρχὴ τοῦ θείου χαρίσματος ποὺ ὁ Ὅσιος ἐπιθυμοῦσε.

Μετὰ τὴν ἔκπτωση τοῦ Πατριάρχου Ἰγνατίου καὶ τὴν ἄνοδο τοῦ ἱεροῦ Φωτίου, τὸ ἔτος 858 μ.Χ., ὁ Ὅσιος Ἰωσὴφ ἐξορίστηκε ἀπὸ τὸν Βάρδα στὴν Κριμαία, προφανῶς ὡς ὀπαδὸς τοῦ πρώτου καὶ ἴσως ὡς λατινόφιλος κατὰ κάποιο τρόπο, ἀφοῦ πρὸ ἐτῶν εἶχε σταλεῖ γιὰ νὰ ζητήσει τὴν βοήθεια τῆς Ρώμης. Δὲν ἔμεινε ὅμως στὴν ἐξορία γιὰ πολὺ καιρό, καθώς, ὅπως ἀποδείχθηκε καὶ ἀπὸ τὴν μετέπειτα στάση του, ὁ ἱερὸς Φώτιος τὸν ἐκτιμοῦσε ἰδιαίτερα.

Ὅταν τὸ ἔτος 867 μ.Χ. ὁ Πατριάρχης Ἰγνάτιος ἀνέβηκε γιὰ δεύτερη φορὰ στὸ θρόνο, ὁ Ὅσιος Ἰωσὴφ ἔγινε σκευοφύλαξ τῆς Ἁγίας Σοφίας καὶ διατήρησε αὐτὴν τὴν θέση κατὰ τὴν διάρκεια τῆς Δευτέρας πατριαρχίας τοῦ Ἁγίου Φωτίου. Κοιμήθηκε μὲ εἰρήνη τὸ ἔτος 886 μ.Χ.

Ὁ κύριος ὄγκος τοῦ ὑμνογραφικοῦ ἔργου τοῦ Ὁσίου συνίσταται σὲ Κανόνες, ποὺ ἀφθονοῦν στὰ ἔντυπα βιβλία καὶ τὰ χειρόγραφα. Ἡ συμβολὴ τοῦ Ὁσίου Ἰωσὴφ στὴν ὑμνογραφικὴ ὁλοκλήρωση τῆς Ὀκτωήχου εἶναι καθοριστική, δεδομένο ὅτι κάλυψε τὸ μεγαλύτερο μέρος τῆς ἑβδομάδας, πλὴν τῆς Κυριακῆς τῆς ὁποίας τοὺς Κανόνες εἶχαν συντάξει ὁ Κοσμᾶς ὁ Μελῳδὸς καὶ ὁ Ἰωάννης ὁ Δαμασκηνός.

Στὰ Μηναῖα ὁ Ὅσιος Ἰωσὴφ εἶναι ὁ πλουσιότερα ἐκπροσωπούμενος ὑμνογράφος, ἀφοῦ διατηροῦνται σὲ αὐτὰ 165 Κανόνες του μὲ ὁμοιόμορφη δομή, ποὺ ἐξυμνοῦν Ἁγίους δευτέρας συνήθως ἑορταστικῆς τάξεως, δεδομένου ὅτι οἱ ἐξέχουσες ἑορτὲς εἶχαν ἤδη καλυφθεῖ ὑμνογραφικά.
Ἰδιαίτερα βέβαια συγκινεῖ ὁ Κανὼν στὸν Ἀκάθιστο Ὕμνο, στὸν ὁποῖο ἀκολουθεῖ Εἱρμοὺς τοῦ Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ καὶ ὑμνεῖ τὴν Θεοτόκο μὲ ἀτελείωτη σειρὰ ἐπιθέτων καὶ εἰκόνων, ὡς ἄφλεκτη βάτο, νεφέλη ὁλόφωτη, ρόδο ἀμάραντο, μῆλο εὔοσμο, περιστερὰ καὶ τὰ παρόμοια.

Πηγή: http://www.synaxarion.gr   

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸ δωδεκάχορδον, τοῦ Λόγου ὄργανον, τὴν παναρμόνιον, λύραν τῆς χάριτος, τὸν Ὑμνογράφον Ἰωσήφ, τιμήσωμεν ἐπαξίως· οὗτος γὰρ ἀνύμνησε, μελιχροῖς μελῳδήμασι, Πνεύματι κινούμενος, τῶν Ἁγίων πᾶν σύστημα. Μεθ’ ὧν καὶ ἱκετεύει ἀπαύστως, δοῦναι ἡμῖν πταισμάτων λύσιν.

 

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ θεόπνους γλῶσσά σου, δαβιτικῶς ἀνεδείχθη, ὀξυγράφου κάλαμος, τῇ θεϊκῇ ἐπιπνοίᾳ, ἄθλους μέν, τοὺς τῶν Ἁγίων ὑμνολογοῦσα, χάριν δέ, τὴν ἐξ ἀγώνων καλλιγραφοῦσα, Ἰωσὴφ τοῖς ἐκβοῶσι· χαίροις κιθάρα ὑπερκοσμίων ᾠδών.

 

Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας θεῖος αὐλός, ἡδύφωνος σάλπιγξ, καλλικέλαδος ἀηδών· χαίροις τῶν Ἁγίων, ὁ ἔνθους ὑμνήπολος, ὦ Ἰωσὴφ τρισμάκαρ, στόμα θεόληπτον.

Ὁ Ἅγιος Ἐλπιδοφόρος ὁ Μάρτυρας 

Ὁ Ἅγιος Μάρτυς Ἐλπιδοφόρος τελειώθηκε διὰ ξίφους. Δὲν ἔχουμε περισσότερες λεπτομέρειες γιὰ τὸν βίο τοῦ Ἁγίου.

Πηγή: http://www.synaxarion.gr   

Οἱ Ἅγιοι Βιθύνιος, Γάλυκος καὶ Δίος οἱ Μάρτυρες 

Οἱ Ἅγιοι Μάρτυρες Βιθύνιος ἢ Βυθόνιος, Γάλυκος καὶ Δίος, σύμφωνα μὲ τὸν Λαυρεωτικὸ Κώδικα, μὲ αὐτοπροαίρετη διάθεση, γνώμη καὶ ὁμοψυχία παρέστησαν στὸν ἄρχοντα τῆς πόλεώς τους, τὸν ἔλεγξαν γιὰ τὴν παράνομη ἀσέβεια καὶ τὶς εἰδωλολατρικὲς θυσίες καὶ ὁμολόγησαν τὴν πίστη τους στὸν Χριστό. Ὁ ἄρχοντας τότε, ἐπειδὴ οἱ Ἐθνικοὶ προετοιμάζονταν ἐκείνη τὴν στιγμὴ νὰ προσφέρουν θυσία στὰ εἴδωλα, τοὺς εἶπε νὰ θυσιάσουν πρῶτα στοὺς θεοὺς καὶ ἔπειτα θὰ ἔκανε ὅτι τοῦ ἔλεγαν. Οἱ Ἅγιοι, προσποιούμενοι, ὅτι θὰ θυσιάσουν στὰ εἴδωλα, εἰσῆλθαν στὸν εἰδωλολατρικὸ ναὸ καὶ συνέτριψαν τὰ εἴδωλα. Ὕστερα ἀπὸ αὐτό, οἱ φτωχοὶ τῆς πόλεως ἄρχισαν νὰ μαζεύουν τὰ συντρίμματα τῶν εἰδώλων, ὅσα ἦταν ἀργυρὰ καὶ χρυσά, διότι ὑπῆρχε τότε λιμὸς μεγάλος.

Μόλις ὁ ἄρχοντας τῆς χώρας καὶ οἱ εἰδωλολάτρες εἶδαν τὰ γενόμενα, θεώρησαν ὅτι οἱ Ἅγιοι Μάρτυρες καθύβρισαν τὴν πλάνη τους. Γι’ αὐτό, ἀφοῦ τοὺς συνέλαβαν, τοὺς ἔδεσαν μὲ σχοινιὰ καὶ τοὺς ἔσυραν στὴν ἀγορὰ χτυπώντας τους. Ἄλλοι τοὺς κατέκοβαν τὶς σάρκες μὲ τὰ δόντια τους καὶ ἄλλοι τοὺς κτυποῦσαν μὲ πέτρες καὶ ξύλα. Τὸ μαρτύριό τους κράτησε τρεῖς ἡμέρες καὶ νύχτες. Βλέποντας οἱ εἰδωλολάτρες τὴν σθεναρὴ στάση καὶ τὴν πίστη τῶν Ἁγίων τοὺς ἔριξαν στὴ θάλασσα, ἀφοῦ τοὺς κρέμασαν βαριὲς πέτρες. Ὅμως Ἄγγελος Κυρίου τοὺς διέσωσε καὶ τοὺς ὁδήγησε στὴν στεριά. Πολλοὶ ἀπὸ τοὺς Ἐθνικοὺς ποὺ εἶδαν τὸ θαῦμα, προσῆλθαν στὸν Χριστὸ καὶ βαπτίσθηκαν.
Στὴν συνέχεια, μὲ ἐντολὴ τοῦ ἄρχοντα, οἱ Ἅγιοι Μάρτυρες ἀποκεφαλίσθηκαν καὶ ἔλαβαν τὸ στέφανο τοῦ μαρτυρίου καὶ τῆς δόξας.

Πηγή: http://www.synaxarion.gr    

Ὁ Ὅσιος Ἱλλυριός 

Ὁ Ὅσιος Ἱλλυριὸς ἀσκήτεψε στὸ ὄρος τοῦ Μυρσινῶνος καὶ κοιμήθηκε μὲ εἰρήνη. 

Πηγή: http://www.synaxarion.gr   

Ὁ Ὅσιος Νεκτάριος τοῦ Μπεζέτσκ 

 Ὅσιος Νεκτάριος τοῦ Μπεζέτσκ ἔζησε στὴ Ρωσία καὶ ἦταν μοναχὸς στὸ μοναστήρι τῆς Ἁγίας Τριάδος τοῦ Σεργίου. Στὰ μέσα τοῦ 15ου αἰῶνος μ.Χ. ἐγκαταστάθηκε σὲ ἕνα πυκνὸ δάσος, στὸ ὑψηλότερο μέρος τῆς παριοχῆς τοῦ Μπεζέτσκ, ὅπου ἀσκήτευσε θεοφιλῶς.

Ἐκεῖ συγκεντρώθηκε πλῆθος μοναχῶν, οἱ ὁποῖοι σὲ σύντομο χρονικὸ διάστημα ἔχτισαν μία Ἐκκλησία ἀφιερωμένη στὰ Εἰσόδια τῆς Θεοτόκου. Τὸ νέο μοναστήρι ἦταν ἕνα ἀπὸ τὰ φτωχότερα καὶ σύμφωνα μὲ τὸ Χρονικὸ τῆς μονῆς κτίσθηκε μὲ δάκρυα, νηστεία καὶ ἀγρυπνία. Μὲ ὁμόφωνη ἀπόφαση ὅλων τῶν ἀδελφῶν τῆς μονῆς, ὁ Ὅσιος Νεκτάριος ἐπιλέχθηκε ὡς ἡγούμενος.
Ὁ Ὅσιος Νεκτάριος κοιμήθηκε μὲ εἰρήνη τὸ ἔτος 1492.

Πηγή: http://www.synaxarion.gr    

Ὁ Ἅγιος Παῦλος ὁ Νεομάρτυρας ὁ Ἀπελεύθερος

Ὁ Ἅγιος Νεομάρτυς Παῦλος καταγόταν ἀπὸ τὴ Ρωσία. Αἰχμαλωτίσθηκε σὲ παιδικὴ ἡλικία ἀπὸ τοὺς Τάταρους, ἀπὸ τοὺς ὁποίους τὸν ἀγόρασε κάποιος Χριστιανὸς τῆς Κωνσταντινουπόλεως καὶ τὸν ἄφησε ἐλεύθερο. Στὴ Βασιλεύουσα ὁ Ἅγιος νυμφεύθηκε Ρωσίδα γυναίκα, ποὺ ἦταν πρῶτα αἰχμάλωτη, μετὰ τῆς ὁποίας ζοῦσε βίο εὐσεβὴ καὶ φιλόθεο.

Ὅμως ὁ Ἅγιος, ποὺ ἔπασχε ἀπὸ τὴ νόσο τῆς ἐπιληψίας, κάποια στιγμὴ σὲ ὥρα κρίσεως, ἐνῷ οἱ γείτονές του τὸν ὁδηγοῦσαν στὸ ναὸ τῆς Θεομήτορος τῆς ἐπιλεγομένης τοῦ Μογλουνίου, ὅταν συνάντησε στὸν δρόμο κάποιους Τούρκους, ἄρχισε νὰ ζητᾶ βοήθεια ἀπὸ αὐτοὺς καὶ νὰ φωνάζει «Εἶμαι Ἀγαρηνός».
Οἱ Τοῦρκοι ἀνέφεραν τὰ συμβάντα στὸν βεζίρη, ὁ ὁποῖος διέταξε τὴν σύλληψη τοῦ Ἁγίου Παύλου καὶ τὸν ἱερέων τοῦ ναοῦ. Ὅταν ὁ Ἅγιος συνῆλθε ἀπὸ τὴν κρίση τῆς ἀσθένειάς του, ὁδηγήθηκε ἐνώπιον τοῦ ἄρχοντος, ὁ ὁποῖος τοῦ ζήτησε νὰ ὁμολογήσει ἐπίσημα τὸ Μουσουλμανισμό, ὑποσχόμενος πλοῦτο καὶ τιμὲς καὶ ἀπειλώντας μὲ βασανιστήρια καὶ θάνατο. Ὁ Παῦλος, ἐνδυναμούμενος καὶ ἀπὸ τὴν σύζυγό του, ὁμολόγησε μὲ παρρησία τὸ Ὄνομα τοῦ Χριστοῦ. Ἔτσι τὸν ἔριξαν στὴ φυλακὴ καὶ τὸν βασάνισαν. Ἀφοῦ κήρυξε καὶ πάλι τὴν πίστη του στὸν Χριστὸ μπροστὰ στὸ βεζίρη, τὴ Μεγάλη Παρασκευὴ τοῦ ἔτους 1683, ὁδηγήθηκε δέσμιος στὸν ἱππόδρομο Ἀτμεϊντάν, ὅπου τοῦ ἀπέκοψαν τὴν τίμια κεφαλή του.

Πηγή: http://www.synaxarion.gr   

Σύναξις Ὑπεραγίας Θεοτόκου τοῦ Ἀμαράντου Ρόδου 

Ἡ ἱερὰ εἰκόνα τῆς Παναγίας τοῦ Ἀμαράντου Ρόδου τιμᾶται στὴ Μόσχα, στὸ Βορονὲζ καὶ σὲ ἄλλες πόλεις τῆς Ρωσίας, ὅπου φυλάσσονται ἀντίγραφα αὐτῆς. Στὴν εἰκόνα ἡ Ὑπεραγία Θεοτόκος κρατᾶ τὸ Θεῖο Βρέφος στὸ δεξί της χέρι καὶ στὸ ἀριστερό της χέρι ὑπάρχει ἕνα μπουκέτο ἀπὸ κρίνους. Αὐτὸ τὸ μπουκέτο συμβολικὰ δηλώνει τὸ ἀμάραντο ἄνθος τῆς παρθενίας τῆς Ἀειπαρθένου.

Πηγή: http://www.synaxarion.gr