Ἀκάθιστος Ὕμνος – Β’ Στάσις
Ἤκουσαν oἱ ποιμένες,
τῶν Ἀγγέλων ὑμνούντων,
τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
καὶ δραμόντες ὡς πρὸς ποιμένα,
θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα,
ἥν ὑμνοῦντες εἶπον·
Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα,
χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Θεοδρόμον ἀστέρα,
θεωρήσαντες Μάγοι,
τῇ τούτου ἠκολούθησαν αἴγλῃ·
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
καὶ φθάσαντες τὸν ἄφθαστον,
ἐχάρησαν αὐτῷ βοῶντες·
Ἀλληλούια.
Ἴδον παῖδες Χαλδαίων,
ἐν χερσὶ τῆς Παρθένου,
τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους·
καὶ Δεσπότην νοοῦντες αὐτόν,
εἰ καὶ δούλου μορφὴν ἔλαβεν,
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι,
καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι,
γεγονότες οἱ Μάγοι,
ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
ἐκτελέσαντές σου τὸν χρησμόν,
καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη,
μὴ εἰδότα ψάλλειν·
Ἀλληλούια.
Λάμψας ἐν τῇ Αἰγύπτῳ,
φωτισμὸν ἀληθείας ἐδίωξας,
τοῦ ψεύδους τὸ σκότος·
τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ,
μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν,
οἱ τούτων δὲ ρυσθέντες,
ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα,
χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει,
χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος,
τοῦ παρόντος αἰῶνος,
μεθίστασθαι τοῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ,
ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος·
διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν,
κράζων·
Ἀλληλούια.
Ὁ Ἅγιος Κοδράτος ὁ Μάρτυρας καὶ οἱ σὺν αὐτῷ
Οἱ Ἅγιοι Μάρτυρες Κοδράτος, Ἄνεκτος, Παῦλος, Διονύσιος, Κυπριανὸς καὶ Κρήσκης ἦταν φίλοι καὶ μαρτύρησαν κατὰ τὸν διωγμὸ τῶν αὐτοκρατόρων Δεκίου (249 – 251 μ.Χ.) ἢ Οὐαλεριανοῦ (253 – 259 μ.Χ.) στὴν Κόρινθο, ὅταν ἡγεμόνας τῆς Ἑλλάδος ἦταν ὁ Ἰάσων.
Στὸ Μηνολόγιον τοῦ αὐτοκράτορος Βασιλείου Β’ ἀναφέρεται ὅτι ἀπὸ τοὺς Χριστιανούς, ὅσοι μὲν εἶχαν συλληφθεῖ σφαγιάζονταν, ὅσοι ὅμως ἔφευγαν κρύβονταν στὰ ὄρη, γιὰ ὅσο διάστημα χρειαζόταν. Ἔτσι καὶ ἡ μητέρα τοῦ Κοδράτου, ποὺ καταγόταν ἀπὸ τὴν πόλη τῶν Κορινθίων, ἔφυγε γιὰ τὸ ὄρος καὶ κρυβόταν. Καὶ καθὼς ἦταν ἔγκυος, γέννησε υἱὸ ποὺ τὸν ὀνόμασε Κοδράτο. Στὴν συνέχεια, ἀφοῦ ἔζησε γιὰ λίγο, πέθανε, ἐγκαταλείποντας τὸν υἱό της βρέφος. Αὐτὸς τρεφόταν ἀπὸ τὰ νέφη ποὺ συνενώνονταν ἐπάνω ἀπὸ αὐτὸν καὶ τὸν πότιζαν. Ὁ Κοδράτος, ἀφοῦ μεγάλωσε, δίδασκε τὴν Χριστιανικὴ πίστη στὸν Ἄνεκτο, τὸν Κρήσκεντα, τὸν Κυπριανό, τὸν Παῦλο καὶ τὸν Διονύσιο, ποὺ εἶχαν στὸ μεταξὺ καταφύγει κοντά του. Ὅμως οἱ Ἅγιοι Ἄνεκτος, Κρῆσκος, Κυπριανὸς καὶ Παῦλος συνελήφθησαν ἐπειδὴ ἦταν Χριστιανοί. Ὁ ἡγεμόνας Ἰάσων προσπάθησε μὲ διάφορους τρόπους νὰ τοὺς δελεάσει καὶ νὰ τοὺς πείσει νὰ ἀπαρνηθοῦν τὴ χριστιανικὴ τους πίστη καὶ νὰ θυσιάσουν στὰ εἴδωλα. Ἐκεῖνοι ὁμολόγησαν μὲ πνευματικὴ ἀνδρεία τὸν Χριστό, βασανίσθηκαν καὶ τέλος ἀποκεφαλίσθηκαν.
Ἔτσι εἰσῆλθαν οἱ Ἅγιοι Μάρτυρες στὴ χαρὰ τῆς Βασιλείας τοῦ Θεοῦ καὶ Κυρίου μας.
Ὁ Ἅγιος Μάρτυρας Διονύσιος κατηγορήθηκε στὸν ἡγεμόνα τῆς Κορίνθου ὅτι δὲν ὑπακούει στὴν διαταγὴ τῶν βασιλέων καὶ ὅτι περιφρονεῖ τοὺς θεούς, κηρύττοντας κάποιον ἄλλον Θεὸ Ἐσταυρωμένο καὶ λέγοντας ὅτι Αὐτὸς εἶναι ὁ Δημιουργὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θάλασσας καὶ ὅλων ὅσων ὑπάρχουν μέσα σὲ αὐτά, Αὐτὸς ποὺ πρόκειται νὰ ἔλθει ἀπὸ τὸν οὐρανὸ καὶ νὰ κρίνει μὲ δόξα ζωντανοὺς καὶ νεκροὺς καὶ νὰ ἀνταποδώσει στὸν καθένα σύμφωνα μὲ τὰ ἔργα του. Γι’ αὐτό, ἀφοῦ συνελήφθη καὶ δέθηκε μὲ ἁλυσίδες, παρουσιάσθηκε στὸν ἄρχοντα, ὁ ὁποῖος προσπαθοῦσε νὰ τὸν ἐξαναγκάσει, πότε μὲ κολακεῖες καὶ πότε μὲ ἀπειλές, νὰ ἀπαρνηθεῖ τὸν Χριστὸ καὶ νὰ θυσιάσει στὰ εἴδωλα. Ὅμως ὁ Μάρτυρας τοῦ Χριστοῦ Διονύσιος ὁμολογοῦσε τὸν Χριστὸ μὲ μεγάλη φωνή. Ἔτσι σφαγιάσθηκε μὲ μαχαίρι καὶ τελειώθηκε ὁ πρόσκαιρος βίος του.
Πηγή: http://www.synaxarion.gr
Ἀπολυτίκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ἐξάριθμος χορός, τῶν Χριστοῦ Ἀθλοφόρων, ὑμνείσθω εὐσεβῶς, μελωδίαις ᾀσμάτων, Κοδρᾶτος καὶ Ἄνεκτος, Παῦλος καὶ Διονύσιος, καὶ σὺν Κρήσκεντι, Κυπριανὸς ὁ θεόφρων· τὴν Τριάδα γάρ, διηνεκῶς δυσωποῦσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς λαμπὰς ἑξάφωτος, ἐν τῇ Κορίνθῳ, καρτερῶς ἀθλήσαντες, ὤφθητε Μάρτυρες σοφοί, φωταγωγοῦντες ταῖς χάρισι, τῆς Ἐκκλησίας, ἀπαύστως τὸ πλήρωμα.
Μεγαλυνάριον.
Ἑξάστερος ὥσπερ λαμπρὰ πλειάς, τῷ τῆς Ἐκκλησίας, διαλάμπετε οὐρανῷ, Μάρτυρες Κυρίου, καὶ ἄθλων διαυγείᾳ, ἡμῶν τὰς διανοίας, καταπυρσεύετε.
Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία
Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε.
Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν ἀββᾶ Δανιὴλ καὶ ἀφοῦ κοινώνησε τῶν Ἀχράντων Μυστηρίων κοιμήθηκε μὲ εἰρήνη.
Πηγή: http://www.synaxarion.gr
Ὁ Ἅγιος Μαρκιανὸς ὁ Μάρτυρας
Ὁ Ἅγιος Μάρτυρας Μαρκιανὸς τελειώθηκε ἀφοῦ τὸν κτύπησαν μέχρι θανάτου μὲ ξύλα. Δὲν ἔχουμε περισσότερες λεπτομέρειες γιὰ τὸν βίο τοῦ Ἁγίου Μάρτυρα.
Πηγή: http://www.synaxarion.gr
Ὁ Ὅσιος Ἀγάθων
Ὁ Ὅσιος Ἀγάθων ἀσκήτεψε στὴ μονὴ τοῦ Ἁγίου Συμεὼν κοντὰ στὸ Χαλέπιον τῆς Συρίας καὶ κοιμήθηκε μὲ εἰρήνη.
Πηγή: http://www.synaxarion.gr
Ὁ Ὅσιος Ἰωάννης ἐκ Γεωργίας
Ὁ Ὅσιος Ἰωάννης ἔζησε καὶ ἀσκήτεψε στὴ Γεωργία κατὰ τὸ δεύτερο ἥμισυ τοῦ 10ου αἰῶνος καὶ τὸν 11ο αἰώνα μ.Χ. Κοιμήθηκε μὲ εἰρήνη.
Πηγή: http://www.synaxarion.gr
Ὁ Ἅγιος Μιχαὴλ ὁ Νεομάρτυρας ὁ Μαυρουδής
Ἡ μνήμη τοῦ Νεομάρτυρος Μιχαὴλ τιμᾶται τὴν 21 Μαρτίου ὅπου καὶ ὁ βίος του. Ἄγνωστο γιατί ἀναφέρεται και σήμερα.
Πηγή: http://www.synaxarion.gr
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σοφίᾳ τῇ θεόθεν δεδομένῃ κοσμούμενος, ἐκήρυξας εὐτόλμως τοῦ Σωτῆρος τὸ ὄνομα, καὶ τούτῳ ὡς θυσία καθαρά, προσήχθης τῷ πυρὶ τελειωθείς· διὰ τοῦτο Νεομάρτυς σε Μιχαήλ, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἀθλητὴς θεόσοφος, καὶ στρατιώτης γενναῖος, Μιχαὴλ μακάριε, Χριστοῦ ἀθλήσας ἐδείχθης· πᾶσαν γάρ, καταπατήσας ἐχθροῦ μανίαν, ἤνεγκας, τὸν ἐν πυρὶ θάνατον χαίρων, καὶ ὡς θεῖον ἱερεῖον, Χριστῷ προσήχθης, τῷ σὲ δοξάσαντι.
Μεγαλυνάριον
Χαίροις ὁ Γρανίτσης θεῖος βλαστός, ὁ Χριστὸν δόξασας, δι’ ἀθλήσεως θαυμαστῆς· χαίροις ὁ Κυρίῳ προσενεχθεὶς ὡς θῦμα, ὦ Μιχαὴλ ἐνέγκας, πυρὸς τὴν ἔκκαυσιν.